ΕΛΛΗΝΙΖΕΙΝ ΚΕΦΑΛΑΙΟΝ Δ: τί ποιεῖν δύνασθε;

ΔΙΑΛΟΓΟΣ Α 

Κ. χαῖρε, ὦ Λέανδρε, πῶς ἔχεις σήμερον;

Λ. χαῖρε, ὦ Κωνσταντῖνε! καλῶς ἔχω ἐγώ. καὶ σύ; 

Κ. κἀγώ καλῶς. χάριν σοι ἔχω. 

Λ. εἰπέ μοι, ὦ φίλε, ὁρᾶν τὴν ἀκρόπολιν δύνασαι;  

Κ. ναί! αὐτήν ὁρᾶν δύναμαι! καὶ τοὺς Ἕλληνας ὁρᾶν δύναμαι. ἆρα ὁρᾶν αὐτούς δύνασαι; 

Λ. ἐγώ οὐχ δύναμαι, ἀλλὰ ὁρᾶν αὐτούς βούλομαι. αὐτοί γὰρ ἑλληνίζειν δύνανται.

Κ. εὐ λέγεις, ὦ φίλε, ἀλλὰ καὶ ἡμεῖς ἑλληνίζειν δυνάμεθα! 

Λ. σύ μὲν καλῶς ἑλληνίζειν δύνασαι, ὦ φίλε, ἐγώ δὲ κακῶς! 

Κ. μὴ φρόντιζε τούτου, ὦ Λέανδρε. μανθάνειν γὰρ δύνασαι!

Λ. δυνάμεθα ὁρᾶν τὴν ἀκρόπολιν, ἀλλ’ εἰπέ μοι, ὦ Κώστα, ἆρα τὸ θέατρον ὁρᾶν δύνασαι; ἐγώ αὐτό οὐχ ὁραν δύναμαι… ἀλλ’ ἀκούειν δύναμαι! 

Κ. ἔγωγε καὶ ὁρᾶν καὶ ἀκούειν τὸ θέατρον δύναμαι. ἆρα τὴν λύραν ἀκούειν δύνασαι;

Λ. οὐ δύναμαι! ἀλλὰ βούλομαι ἀκούειν αὐτήν. μόνον γὰρ τὸν αὐλόν ἀκούειν δύναμαι! 

Κ. κἀγώ αὐτόν ἀκούειν δύναμαι… ἀλλὰ οὐ βούλομαι! 

Λ. οὔτε ἐγώ βούλομαι ἀκούειν αὐτόν. κακῶς γὰρ μόνον παίζειν αὐτόν δύναται! 

Κ. εὐ λέγεις. οὐ δύναται παίζειν τὸν αὐλόν αὐτός! καὶ συ; ἆρα παίζειν τὴν μουσικήν δύνασαι, ὦ φίλε; 

Λ. τὴν λύραν παίζειν δύναμαι, καὶ σύ; 

Κ. οὐ δύναμαι, ἀλλὰ βούλομαι!

Η ΓΡΑΜΜΑΤΙΚΗ 

τὸ ῥῆμα δύνασθαι καὶ τὸ ἀπαρέμφατον:

ἐγώ δύναμαιὁρᾶν
σύ δύνασαιἀκούειν
αὐτός, αὐτή δύναταιἑλληνίζειν
ἡμεῖς δυνάμεθαπαίζειν
ὑμεῖς δύνασθεποιεῖν
αὐτοί, αὐταί δύνανταιγράφειν

ὁ Λέανδρος τὴν ἀκρόπολιν ὁρᾶν δύναται. 

ὁ Κωνσταντίνος τὸ θέατρον ἀκούειν δύναται. 

οἱ Ἕλληνες ἑλληνίζειν δύνανται. 

ὁ Λέανδρος τοὺς Ἕλληνας οὐχ ὁρᾶν δύναται. 

ὁ Κωνσταντίνος τὴν λύραν οὐ παίζειν δύναται. 

καὶ ὑμεῖς; τί ποιεῖν δύνασθε; εἴπετε μοι, ὦ φίλοι! 

Η ΑΣΚΗΣΙΣ

ΑΣΚΗΣΙΣ Β

ΑΣΚΗΣΙΣ Γ

ἡ Ἑλένη τὴν ἱστορίανὁρᾶν δύναται
ὁ Περικλής τὸν αὐλόνμανθάνειν δύναται
ἡ Ἀσπασία τὴν μουσικήνγράφειν δύναται
ὁ Λέανδρος τὴν ἑλληνικήν γλώσσανἀκούειν δύναται
ἡ Ξανθίππε τὸ βιβλίονπαίζειν δύναται
ὁ Σωκράτης τὴν Ἀκρόπολινἀναγιγνώσκειν δύναται
εὑρὲ τοὺς λόγους.

ΑΣΚΗΣΙΣ Δ

νῦν δὲ ἀπόκριναι περί σεαυτοῦ. παραδείγμα: ἆρα παίζειν τὴν λύραν δύνασαι; ναί, δύναμαι! οὐ δύναμαι, ἀλλὰ βούλομαι!

ἆρ’ ἀναγιγνώσκειν ἑλληνιστί δύνασαι;

ἆρα τὴν θάλασσαν ὁρᾶν δύνασαι;

ἆρα γράφειν ῥωμαιστί δύνασαι;

ἆρα παίζειν τὸν αὐλόν δύνασαι;

ἆρ’ ἀναγιγνώσκειν ἀγγλιστί δύνασαι;

ἆρ’ ἑλληνίζειν δύνασαι; ναί! ἐγώ ὁρᾶν δύναμαι ὅτι σύ ἑλληνίζειν δύνασαι!

ΤΟ ΤΕΛΟΣ ΤΟΥ ΚΕΦΑΛΑΙΟΥ Δ

ἐθέλετε ὑποστηρίζειν μοι ἵνα ποιέω πλείονα μαθήματα καὶ γράφω πλείονας ἀναγνώσεις; γίγνεσθε οὖν προστάτης μου εἰς τὸ Πάτρεον! 

Would you like to support me so that I may make more course materials and beginner graded readings? Become a Patron for access to more ancient Greek learning content!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s